Τελείται το βράδυ, μετά το δείπνο και πριν το νυκτερινό ύπνο.

Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Δόξα Σοι, ο Θεός ημών, δόξα Σοι.

Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.

Το Τρισάγιον

Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς. (Τρις).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Κύριε, ελέησον ιβ' (12).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Αυτώ Χριστώ τω Βασιλεί και Θεώ ημών.

Ψαλμός Ν' (50)

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις Σου, και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου, και το Πνεύμα Σου το Αγιον μη αντανέλης απ'εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς Σου, και ασεβείς επί Σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ, πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία Σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

Ψαλμός ΞΘ' (69)

Ο Θεός εις την βοήθειάν μου πρόσχες, Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου. Αποστραφήτωσαν εις τα οπίσω, και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι, οι λέγοντές μοι: Εύγε, εύγε. Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί Σοί, πάντες οι ζητούντες σε, ο Θεός. Και λεγέτωσαν δια παντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριόν Σου. Εγώ δε πτωχός ειμί και πένης, ο Θεός, βοήθησόν μοι. Βοηθός μου, και ρύστης μου ει Συ, κύριε, μη χρονίσης.

Ψαλμός ΡΜΒ' (142)

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ'εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασιν των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ'εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου, εξάξεις εκ θλίψεως την ψυχήν μου. Και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Δοξολογία Μικρά

Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκία. Υμνούμεν Σε, ευλογούμεν Σε, προσκυνούμεν Σε, δοξολογούμεν Σε, ευχαριστούμεν Σοι διά την μεγάλην Σου δόξαν. Κύριε Βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ. Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και Αγιον Πνεύμα. Κύριε ο Θεός, ο αμνός του Θεού, ο Υιός του Πατρός, ο αίρων την αμαρτίαν του κόσμου, ελέησον ημάς, ο αίρων τας αμαρτίας του κόσμου. Πρόσδεξαι την δέησιν ημών, ο καθήμενος εκ δεξιών του Πατρός, και ελέησον ημάς. Ότι Συ ει μόνος Αγιος, Συ ει μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού, Πατρός. Αμήν. Καθ' εκάστην εσπέραν ευλογήσω Σε, και αινέσω το όνομά Σου εις τον αιώνα, και εις τον αιώνα του αιώνος. Κύριε, καταφυγή εγενήθης ημίν εν γενεά και γενεά. Εγώ είπα, Κύριε, ελέησόν με, ίασαι την ψυχήν μου ότι ήμαρτόν Σοι. Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Ότι παρά σοι πηγή ζωής, εν τω φωτί Σου οψόμεθα φως. Παράτεινον το έλεός Σου τοις γινώσκουσί Σε. Καταξίωσον, Κύριε, εν τη νυκτί ταύτη αναμαρτήτους φυλαχθήναι ημάς. Ευλογητός ει, Κύριε, ο Θεός των Πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά Σου εις τους αιώνας. Αμήν. Γένοιτο, Κύριε, το έλεός Σου εφ' ημάς καθάπερ ηλπίσαμεν επί Σε. Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά Σου. Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματά Σου. Ευλογητός ει Αγιε, φώτισόν με τοις δικαιώμασί Σου. Κύριε, το έλεός Σου εις τον αιώνα, τα έργα των χειρών Σου μη παρίδης. Σοι πρέπει αίνος, Σοι πρέπει ύμνος, Σοι δόξα πρέπει, τω Πατρί, και τω Υιώ, και τω Αγίω Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ