ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' ΕΠΙΣΤΟΛΗ

ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ ( Κεφ.13, 1-8)

Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων,

ἀγάπην δὲ μὴἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.

Καὶἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ

πᾶσαν τὴν γνῶσιν, καὶἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν,

ἀγάπην δὲ μὴἔχω, οὐδέν εἰμι.

Καὶἐὰν ψωμίσω πάντα τὰὑπάρχοντά μου, καὶ

ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡἀγάπη οὐ ζηλοῖ,

ἡἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,οὐκ ἀσχημονεῖ,

οὐ ζητεῖ τὰἑαυτῆς, οὐ παροξύνεται,

οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇἀδικίᾳ, συγχαίρει δὲ τῇἀληθείᾳ·

πάντα στέγει, πάντα πιστεύει,

πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡἀγάπη οὐδέποτε ἐκπίπτει.

footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ